Ancient Greek
P.Oxy. 36 2799
Documentary Papyri, P.Oxy. 36 2799
Not analysed yet
παρά καὶ παροῦσα ἡ σὴ θαυμασιότης παρεκλήθη παρʼ ἐμοῦ χάριν τῶν ἓξ χρυσίνων τῆς καταδίκης καὶ ἐπηγγείλου τὰ δυνατὰ ποιῆσαι ὥστε κατορθῶσαί μοι ταῦτα, νῦν πάλιν προσφέρω τὰς αὐτὰς παρακλήσεις ἵνα καταξιώσῃς ἅμα τῷ δεσπότῃ μου τῷ μεγαλοπρεπεστάτῳ κόμετι Στρατηγίω ποιῆσαι γράμματα καταλαβεῖν τοὺς σιγγουλαρίους τοὺς καὶ ἐκβιβάζοντας τοῦτο τὸ πρᾶγμα ὥστε ἀποστῆναι τῆς κατʼ ἐμοῦ ὀχλήσεως.