Ancient Greek
P.Oxy. 38 2836
Documentary Papyri, P.Oxy. 38 2836
Not analysed yet
ἀντίγραφον ἀποχῆς Σαραπίων Χαιρήμονος Μνησιθέωι Πετεσούχου καὶ Γαίωι Κουτίωι Μάρκου υἱῶι γεωργοῖς χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὰ ἐκφόρια ὧν γεγεωργήκατέ μου ἐδαφῶν περὶ Θῶλθιν τῆς Θμοισεφὼ τοπαρχίας ἐκ τοῦ Πυρρίου κλήρου ἐν τῶι ἐνεστῶτι δεκάτωι ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος αἵ εἰσιν πρότερον Ἱέρακος καὶ Θέωνος τοῦ Εὐδαίμονος καὶ οὐδὲν ὑμῖν ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς. Σαραπίων Χαιρήμονος ἀπέχω τὰ ἐκφόρια καὶ οὐδὲν ὑμῖν ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς καθότι πρόκειται. ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιϛ. Γαῖος Κούτιος Μάρκου υἱὸς ἔχω τῆς προκειμένης τὴν αὐθεντικὴν παρʼ ἐμοὶ καὶ ἐποίσω ἐὰν χρεία γένηται. ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιζ