Ancient Greek
P.Oxy. 38 2841
Documentary Papyri, P.Oxy. 38 2841
Not analysed yet
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ κζ. μεμέτρηται εἰς τὸ δημόσιον γενήματος τοῦ α ἔτους διὰ Ἡράτος καὶ μετόχων σιτολόγων Λιβὸς τοπαρχίας Σενοκωμεως παρὰ Ἀλίνης Κόμωνος διὰ Κομοάπιος γεωργοῦ Σύρων κώμης πυροῦ τριμήνου σύνπαντα δημοσίῳ μέτρῳ ξυστῷ κανκέλλῳ ἐννέα γίνονται πυροῦ ἀρτάβαι θ Ἁτρῆς ὁ καὶ Δίδυμος Ὥρου σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας ἐννέα γίνονται πυροῦ ἀρτάβαι θ. Ὧρος ἐπισφραγιστὴς σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας ἐννέα γίνονται πυροῦ ἀρτάβαι θ