Ancient Greek
P.Oxy. 38 2844
Documentary Papyri, P.Oxy. 38 2844
Not analysed yet
Κεφαλίων Κομώνι τῶι τιμιωτάτωι πλεῖστα χαίρειν. Νεμεσοῦν οὐκ ἀγνοεῖς περὶ ἧς ἄλλοτε σὲ ἠρώτησα βοηθῆσαι αὐτῇ. καλῶς οὖν ποιήσεις ἐπεὶ ἀνῆλθεν εἰς τὴν μητρόπολιν ποιεῖν τάχιον αὐτὴν κατελθεῖν διὰ τὸ ἐργαστήριον αὐτῆς. μὴ οὖν ἄλλως ποιήσῃς. ἔρρωσο σὺν τῇ ἀδελφῇ σοῦ καὶ τοῖς σοῖς πᾶσι μηνὸς Καισαρίου ε Κόμωνι παρὰ Κεφαλίωνος