Ancient Greek
P.Oxy. 38 2848 Vo
Documentary Papyri, P.Oxy. 38 2848v
Not analysed yet
ἔκλημψις ἐκ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης διαστρωμάτων ἀνδρῶν μητροπόλεως. Διονύσιος Σαραπίωνος τοῦ καὶ Ἁρποκρατίωνος τοῦ Σαραπίωνος μητρὸς Θεωνίλλης. μετʼ ἄλλα· δ ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀλέξανδρου Καίσαρος τοῦ κυρίου Μεχεὶρ δ οἱ ἐπὶ τοῦ ἐκδανεισμοῦ τῶν ἐπιδοθέντων τῇ πόλει χρημάτων ὑπὸ Αὐρηλίου Ὡρίωνος καὶ τῶν υἱῶν καὶ Καλπουρνίου Φίρμου ἐπέστειλαν τὸν Διονύσιον δεδανεῖσθαι ἐκ τῶν αὐτῶν χρημάτων ἀργυρίου τάλαντα ιβ δραχμὰς Αψ ὥστε ἐπι…ει…