Ancient Greek
P.Oxy. 38 2853 Ro
Documentary Papyri, P.Oxy. 38 2853r
Not analysed yet
Ἰουλίωι Ἀμμωνίωι τῶι καὶ Εὐαγγελίῳ στρα… παρὰ Αὐρηλίων Ἀρείου Τριαδέλφου καὶ Ἀμμωνίου Διονυσίου ἐπιμελητῶν διώρυγος Χιλιαρουρῶν. σήμερον ἥτις ἔστιν Τῦβι ε προσεληλύθαμεν Σωτῆρι καὶ ἀδελφῷ αὐτοῦ καὶ ὡς χρηματίζουσιν ἀξιοῦντες αὐτοὺς τὸ ἐπιβάλλον αὐτοῖς μέρος τῆς διώρυγος ἐργάσασθαι. οἱ δὲ μηδενὶ λόγῳ χρησάμενοι ἐπῆλθον ἡμῖν καὶ πληγαῖς ᾐκίσαντο. ὅθεν ἐπιδίδομεν τόδε τὸ βιβλίδιον ἀξιοῦντες πρῶτον μὲν τῆς δεούσης ἐκδικίας τυχεῖν, ἔπειτα δὲ καὶ τὸ μέρος αὐτῶν τῆς διώρυγος ἐργάσασθαι πρὸς τὸ δύνασθαι ἡμᾶς τοῖς ἄλλοις μέρεσι προσευκαιρεῖν. …διευτύχει. ἔτους …αὐτοκρατόρων …