Ancient Greek
P.Oxy. 38 2858
Documentary Papyri, P.Oxy. 38 2858
Not analysed yet
Θέωνι γραμματεῖ πόλεως παρὰ Πετεσούχου Χαιρήμονος τοῦ Πετεσούχου μητρὸς Ταυσίριος καὶ τῆς γυναικὸς Βέρειτος τῆς καὶ Δημητρίας Ἀπολλωνίου τοῦ Θεοξένου μητρὸς Βέρειτος οὔσης ὁμογνησίας ἀδελφῆς τοῦ ἀνδρὸς Ἀπολλωνίου μετὰ κυρίου τοῦ ὁμογνησίου ἀδελφοῦ Ἀγήνορος τοῦ καὶ Θεοξένου καὶ παρὰ Ταύριος Παυσιρίωνος τοῦ Δημᾶτος μητρὸς Τααρμιύσιος μετὰ κυρίου τοῦ πατρὸς Παυσιρίωνος Δημᾶτος μητρὸς Ερ…ος πάντων ἀπʼ Ὀξυρύγχων πόλεως. βουλόμεθα ἀπὸ τοῦ νῦν ἀναγραφῆναι ἐπὶ τοῦ ὑπάρχοντος τῇ Ταύρει ἐπʼ ἀμφόδου Μητρῴου πρότερον Διογένους Διογένους τοῦ Ἰσχυρίωνος τρίτου μέρους οἰκίας τὸν τοῦ Πετεσούχου καὶ τῆς Βέρειτος υἱὸν Θέωνα ὄντα εἰς τὸ ἐνεστὸς ια ἔτος ἐτῶν τεσσάρων δωδεκάδραχμον ἀπὸ γυμνασίου. διὸ ἐπιδίδομεν τὸ ὑπόμνημα ὡς καθήκει. ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Μεσορὴ λ Πετσοῦχος Χαιρήμωνος ἐπιδέδωκα τὴν ἀπογραφὴν τοῦ υἱοῦ μου Θέωνος ὡς πρόκειται. Βέρις ἡ καὶ Δημητρία Ἀπολλωνίου συνεπιδέδωκα τὴν ἀπογραφὴν τοῦ υἱοῦ μου Θέωνος ὡς πρόκειται. Ἀγήνωρ ὁ καὶ Θεώξενος ἐπιγέγραμμαι τῆς ὁμογνησίας μου ἀδελφῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Ταῦρις Παυσιρίωνος συνεπιδέδωκα. Παυσιρίων Δημᾶτος ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.