Ancient Greek
P.Oxy. 38 2868
Documentary Papyri, P.Oxy. 38 2868
Not analysed yet
Ἡρακλείδης Σαραπίωνος τῶν γεγυμνασιαρχηκότων διὰ Ζωίλου φροντιστοῦ σιτολόγοις Ψώβθεως ἀπηλιώτου χαίρειν. διαστείλατε ἀφʼ οὗ ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος τοῦ διελθόντος ι ἔτους Ἀντωνίνου καίσαρος τοῦ κυρίου κληρονόμοις Πτολεμᾶς τῆς καὶ Σινθεῦτος τηθίδος μου Πακέρκη ιθ 𐅵χοίνικας ζ, Θώλθεως ιη δ χοίνικας γ, γίνονται πυροῦ ἀρτάβαι λη. ἔτους ια αὐτοκράτορος καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς Θὼθ ιϛ.