Ancient Greek
P.Oxy. 38 2871
Documentary Papyri, P.Oxy. 38 2871
Not analysed yet
διεστάλησαν πυροῦ γενήματος τοῦ διελθόντος ιε ἔτους Αὐρηλίου Ἀντωνίνου καίσαρος τοῦ κυρίου διὰ σιτολόγων λιβὸς τοπαρχίας Σερύφεως τόπων Διογενίδι Σαραπᾶτος διὰ Ὥρου Σαρᾶτος γεωργοῦ Σερύφεως ἀρτάβαι δέκα ἕξ, γίνονται ἀρτάβαι ιϛ, ἀπὸ θέματος Διδύμου Σαρᾶ τοῦ Ἑκάτωνος. Θέων ὁ καὶ Ἑρμίας βοηθὸς σεσημείωμαι. καὶ διὰ σιτολόγων τῆς αὐτῆς ἀπὸ θέματος Ὣρου Σαρᾶτος Διογενίδι Σαραπᾶτος ἀρτάβαι ἑπτά, γίνονται ἀρτάβαι ζ …σεσημείωμαι.