Ancient Greek
P.Oxy. 38 2873
Documentary Papyri, P.Oxy. 38 2873
Not analysed yet
Ψεναμοῦνις Ψεναμούνιος τοῦ Θώνειος καὶ Διονύσιος Πτόλλειτος τοῦ Ὀρθωνώου τῶν ἀπὸ κώμης Σέσφθα τῆς κάτω τοπαρχίας Τιβερίωι Κλαυδίωι Θέωνι μισθωτῇ τῆς Λουκείου Ἀνναίου Σενέκα οὐσίας χαίρειν. ἐπεὶ ἀδυναμοῦμεν γεωργῆσαι ἃς εἴχομεν ἐπʼ ὀνόματος ἡμῶν ἐκ τῆς αὐτῆς οὐσίας ἐκ τοῦ Διοτείμου κλήρου ἀρούρας πέντε ,ἐξιστάμεθα ἀπὸ τοῦ ἐνάτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος πρὸς τὸ μὴ ἔχειν ἡμᾶς τῷ καθόλου περὶ τῶν τῆς γῆς ἐκφορίων. διὸ ἀξιοῦμεν συνχωρῆσαι ἡμῖν τῆς ἐκστάσεως πρὸς τὸ ἀσυκοφαντήτους εἶναι αὐτούς. εὐτύχει. ἔτους ἐνάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαῶφι κη. Ψεναμοῦνις Ψεναμούνιος ἐξίσταμαι τὴν γεωργίαν καθότι πρόκιται. Διονύσιος Πτόλλιτος συνεξίσταμαι καθότι πρόκιται. ὁ αὐτὸς χρόνος. …Ζωὶς Ἀμόιτος τοῦ Διονυσίου μητρὸς Τάσεως τῆς Ταυσοράπιος ὡς ἐτῶν με οὐλὴ ποδὶ ἀριστερῷ. Δημητροῦς ἐτῶν κδ οἰκογενὴς ἐκ δούλης Σαραποῦτος.