Ancient Greek
P.Oxy. 38 2876
Documentary Papyri, P.Oxy. 38 2876
Not analysed yet
Καλπουρνίῳ Ἰσιδώρῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Μεμφίτου Διογένης Ἰμούθου μητρὸς Ἡραΐδος ἀπὸ κώμης Ψοαφρῆ τοῦ αὐτοῦ νομοῦ, ἀναδοθεὶς ἅμʼ ἄλλοις ὑπὸ τοῦ τῆς κώμης κωμογραμματέως εἰς τὸ παραφυλάξαι ἐν ἁλιάδι ἐν τῷ μεγάλῳ ποταμῷ ἀπὸ ὅρμου κώμης …αχεφρῆ μεχρὶ Συκαμείνου, ὀμνύω τὴν τοῦ κυρίου Αὐτοκράτορος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστοῦ τύχην παραφυλάξειν νυκτός τε καὶ ἡμέρας ἐν τοῖς προκειμένοις ὁρίοις ἀδιαλείπτως καὶ ἀμέμπτως, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὰς Βαυθλᾶν Ἀπείτωτος μητρὸς Ἀπλωναρίου καὶ Νεμεσίωνα Ἰμούθου μητρὸς Ἡραΐδος, ἀμφοτέρους ἀπὸ τῆς αὐτῆς κώμης παρόντας καὶ εὐδοκοῦντας …