Ancient Greek
P.Oxy. 4 658
Documentary Papyri, P.Oxy. 4 658
Not analysed yet
τοῖς ἐπὶ τῶν ἱερῶν καὶ θυσιῶν πόλεως παρʼ Αὐρηλίου Λ… θίωνος Θεοδώρου μητρὸς Παντωνυμίδος ἀπὸ τῆς αὐτῆς πόλεως. ἀεὶ μὲν θύων καὶ σπένδων τοῖς θεοῖς διετέλεσα ἔτι δὲ καὶ νῦν ἐνώπιον ὑμῶν κατὰ τὰ κελευσθέντα ἔσπεισα καὶ ἔθυσα καὶ τῶν ἱερῶν ἐγευσάμην ἅμα τῷ υἱῷ μου Αὐρηλίῳ Διοσκόρῳ καὶ τῇ θυγατρί μου Αὐρηλίᾳ Λαίδι. ἀξιῶ ὑμᾶς ὑποσημιώσασθαι μοι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι κ. …ν …