Ancient Greek
P.Oxy. 4 708 Vo
Documentary Papyri, P.Oxy. 4 708v
Not analysed yet
…κ Ἀντώνιος Αἰλιανὸς στρατηγῷ Διοπολίτου Θηβαίδος χαίρειν. τοῦ καταχθέντος γόμου ἐκ τοῦ ὑπὸ σοὶ νομοῦ διὰ …αύσιος Σιπῶτος καὶ τῶν σὺν αὐτῷ ἐν πυροῦ ἀρτάβαις Β ἐν τῇ τῶν δειγμάτων ἄρσει οὐ καθαροῦ φανέντος ἐκέλευσα ἡμιαρτάβιον κριθολογηθῆναι καὶ βωλολογηθῆναι, καὶ ἐξέβη ἔλασσον κριθῆς μὲν ἑκατοσταὶ δύο βώλου δὲ ὁμοίως ἑκατοστῆς ἥμισυ . τοὺς οὖν τὸν πυρὸν ἐμβαλομένους σιτολόγους πρᾶξον τῷ σῷ κινδύνῳ τὰς συναγομένας σὺν διαφόρῳ πυροῦ ἀρτάβας ν 𐅵δ καὶ τὰ προσμετρούμενα καὶ τὰς ἄλλας δαπάνας, καὶ προσθέμενος τῷ λόγῳ τοῦ χειρισμοῦ δήλωσόν μοι. ἔτους κθ Φαῶφι λ. …ἐκομισάμην δύο, γίνονται β. ἄλλης. Ἀντώνιος Αἰλιανὸς στρατηγῷ Διοπολίτου Θηβαίδος χαίρειν. τοῦ καταχθέντος γόμου ἐκ τοῦ ὑπὸ σοὶ νομοῦ διὰ …νυχου Πανγορσαούιος ἐν πυροῦ ἀρτάβαις σν ἐν τῇ τῶν δειγμάτων ἄρσει οὐ καθαροῦ φανέντος ἐκέλευσα 𐅵ἀρτάβης κριθολογηθῆναι καὶ βωλολογηθῆναι καὶ ἐξέβη ἔλασσον κριθῆς μὲν ἑκατοστὴ α δ βώλου δὲ ὁμοίως. τοὺς οὖν τὸν πυρὸν ἐμβαλομένους σιτολόγους πρᾶξον τῷ σῷ κινδύνῳ τὰς συναγομένου σίτου διαφόρῳ πυροῦ ἀρτάβας …καὶ τὰ …