Ancient Greek
P.Oxy. 4 712
Documentary Papyri, P.Oxy. 4 712
Not analysed yet
…καὶ …ων ἐπιτηρηταὶ ξενικῶν πρακτορείας Ἀθρειβίτου βιβλιοφύλαξιν ἐγκτήσεων …ατο… …ομως παραδείξεως ὑφʼ ἣν ἔστιν ε… …κατάσχετε οὖν πρὸς ἐνεχυρασίαν ἣν παρεδ… …Παθερμοῦθις καὶ ὁ ἀδελφὸς αὐτοῦ Ποτάμων Θανώχιος τοῦ …ξ…ητιος ἀπὸ ……τὴν ὑπάρχουσαν αὐτῶι καὶ τῶι ἀδελφῷ αὐτοῦ Παθερμούθι οἰκίαν καὶ αὐλὴν ……ἀργυρίου δραχμὰς τ καὶ τόκους καὶ τέλη καὶ δαπάνας, πρωτοπραξίας οὔσης τῷ δημοσίῳ καὶ τοῖς διὰ τοῦ διατάγματος Σουλπικίου Σιμίλεως δηλουμένοις ……ἔτους …Παῦνι κ. …καὶ …ωνι ἐπιτηρηταῖς ξενικῶν πρακτορείας Ἀθρειβίτου …παρὰ …ωνος τοῦ Νεοπτολέμου Σωσικοσμείου τοῦ καὶ Εἰλιθυίου ……ν χρηματισμὸν ἐνεχυρασίας ὧν τὸ ἕτερον ἀν… …ἐπὶ πράξεως τῶν ὀφειλομένων μοι ὑπὸ Ποτάμωνος Θανώχιος τοῦ …ητιος …,…καὶ τοῦ Ποτάμωνος ἀδελφοῦ Παθερμούθιος ἐξ ἀλληλεγγύης κατὰ δημόσιον χρηματισμὸν γεγονότα …διὰ τοῦ ἐν …πόλει ἀρχείου τῷ δεκάτῳ ἔτει Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ……νου τοῦ Ποτάμωνος δραχμῶν ἑκατὸν τόκων δραχμιαίων ……φ…ερ… ἐξ ἀλληλεγγύης ἀργυρίου δραχμῶν διακοσίων ……τῆς ἀποδόσεως μὴ γεγονυίας μεταδοθέντος τε τοῦ τῆς ἐνεχυρασίας ἀντιγράφου ……Παθερμούθι καὶ τῷ ἀδελφῷ αὐτοῦ Ποτάμωνι διὰ Εἰρηνίωνος ὑπηρέτου τῇ ιη τοῦ ……καὶ διελθόντος πλείονος χρόνου ἀντὶ τῶν διὰ τοῦ προστ… …παραδεικνύω εἰς ἐνεχυρασίαν τῷ ἰδίῳ μου κινδύνῳ τοῦ Ποτάμωνος κατατ… …τὴν ὑπάρχουσαν αὐτῷ ἐν κώμῃ Μωνθμερεὺ τοῦ Νορασείτου ἄνω οἰκίαν καὶ αὐλὴν ……ἀργυρίου δραχμὰς τριακοσίας καὶ τόκους καὶ τέλη καὶ πρακτορικὰς καὶ τὰς ἄλλας δαπάνας …πρωτοπραξίας οὔσης τῷ δημοσίῳ καὶ τοῖς διὰ τοῦ Σουλπικίου Σιμίλεως δηλουμένοις …