Ancient Greek
P.Oxy. 4 714
Documentary Papyri, P.Oxy. 4 714
Not analysed yet
…Φιλονείκωι στρατηγῶι καὶ Ἑρμοδώρῳ βασιλικῷ γραμματεῖ καὶ Διονυσίῳ καὶ ἑτέρῳ Διονυσίῳ βιβλιοφύλαξι καὶ ἐπικριταῖς καὶ Ἀπολλωνίῳ ἐξηγητεύσαντι γραμματεῖ πόλεως παρὰ Ἀπολλωνίου …ἀπʼ Ὀξυρύγχων πόλεως ἐτάγη ἐπʼ ἀμφόδου Νότου Κρηπῖδος …ρος δοῦλός μου οἰκογενὴς ἐκ δούλης …τρυ …προσβέβηκεν εἰς τρεισκαιδεκαέτεις τῷ διελθόντι ε ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, ὅθεν δηλῶ εἶναί με δωδεκάδραχμον διὰ λαογραφίας β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν μὴ ἐψεῦσθαι. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κ. κατεχωρίσθη ἐπικριταῖς, χρόνος ὁ αὐτός.