Ancient Greek
P.Oxy. 4 722
Documentary Papyri, P.Oxy. 4 722
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ὑπερβερεταίου ἐπαγομένων ϛ Σεβαστῇ μηνὸς Καισαρείου ἐπαγομένων ϛ Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος ἐπʼ ἀγορανόμων Ψαμμίων τριῶν ἀφεῖκαν ἐλευθέραν ὑπὸ Δία Γῆν Ἥλιον Ἀχιλλεὺς ὡς ἐτῶν κ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ μέσῳ καὶ Σαραπᾶς ὡς ἐτῶν …μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ……ἀριστερ… ἀμφότεροι …τοῦ Ἀμμωνίου μητρὸς Σαραποῦτος …τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ τὸ ὑπάρχον αὐτοῖς ἐξ ἴσου τρίτον μέρος τῆς ἐξαπηλευθερωμένης κατὰ τὸ ἄλλο δίμοιρον δούλης Ἀπολλωνοῦτος ὡς ἐτῶν κϛ μέσης μελίχρωτος μακροπροσώπου οὐλὴ ποδὶ δεξιῷ …ἐξαπηλευθερωμένης ταλάντων δ… …ν τῶν τοῦ ἀπελευθερουμένου …τρίτου μέρους ἀργυρίου ἐπισήμου δραχμῶν ἓξ τετρωβόλου καὶ ὧν τέτακται Ἀχιλλεῖ καὶ Σαραπᾷ Ἡρακλᾶς Τρύφωνος τοῦ …μητρὸς Ταοννώφριος Πανεσιείους ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν λα μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὑπὲρ γόνυ δεξιὸν λύτρων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν διακοσίων χαλκοῦ ταλάντων …χιλίων ,οὐκ ἐξόντος τῷ Ἡρακλᾷ οὐδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ ἀπαίτησιν ποιεῖσθαι παρὰ τῆς Ἀπολλωνοῦτος οὐδὲ τῶν παρʼ αὐτῆς τῶν προκειμένων λύτρων οὐδὲ μέρους τρόπῳ οὐδενὶ γνωστὴρ τῆς ἐλευθερώσεως …τοῦ Πετεήσιος μητρὸς …ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν μ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ἀντικνημίῳ …ἐν ἀγυιᾷ τῇ αὐτῆι. Ἀχιλλεὺς …πεποίημαι σὺν τῷ ἀδελφῷ Σεραπᾶτι τὴν ἐλευθέρωσιν τοῦ τρίτου μέρους δούλης Ἀπολλωνοῦτος καὶ ἀπέχω τὰ λύτρα ἀργυρίου δραχμὰς διακοσίας χαλκοῦ …υ… ἐπαγομένων ϛ …