Ancient Greek
P.Oxy. 4 742
Documentary Papyri, P.Oxy. 4 742
Not analysed yet
Ἀντᾶς Φαύστωι πλεῖστα χαίρειν. παράλαβε παρὰ Πόθου τὸν κάλαμον παναριθμῶι καὶ ἀπόστειλόν μοι πόσας δέσμας παρείληφες καὶ θὲς αὐτὰς εἰς τόπον ἀσφαλῶς ἵνα τῇ ἀναβάσει αὐτὰς ἄξωμεν. παράδος δέ τινι τῶν φίλων ἀριθμῷ αὐτὰς ἵνα πάλιν φίλος ἡμῖν παραδοῖ ἀσφαλῶς, καὶ ἐάν τι δύνῃ σὺ ἐ…ναί μοι δὸς ἐργασίαν …σα ἐμὲ ἠγορακέναι παρὰ Πόθου τὴν χιλίαν δέσμην δραχμῶν δεκαπέντε . μὴ ἀμελήσῃς. ἔρρωσο. ἔτους κη Καίσαρος Παῦνι α. Φαύστωι …ετενν… εἰς Νέκλη.