Ancient Greek
P.Oxy. 4 744
Documentary Papyri, P.Oxy. 4 744
Not analysed yet
Ἱλαρίων Ἄλιτι τῆι ἀδελφῇ πλεῖστα χαίρειν καὶ Βεροῦτι τῇ κυρίᾳ μου καὶ Ἀπολλωναρίῳ. γίνωσκε ὡς ἔτι καὶ νῦν ἐν Ἀλεξανδρείᾳ ἔσμεν· μὴ ἀγωνιᾷς ἐὰν ὅλως εἰσπορεύωνται, ἐγὼ ἐν Ἀλεξανδρείᾳ μενῶ. ἐρωτῶ σε καὶ παρακαλῶ σε ἐπιμελήθητι τῷ παιδίῳ καὶ ἐὰν εὐθὺς ὀψώνιον λάβωμεν ἀποστελῶ σοι ἄνω. ἐὰν πολλὰ πολλῶν τέκῃς ἐὰν ἦν ἄρσενον ἄφες, ἐὰν ἦν θήλεα ἔκβαλε. εἴρηκας δὲ Ἀφροδισιάδι ὅτι μή με ἐπιλάθῃς· πῶς δύναμαί σε ἐπιλαθεῖν; ἐρωτῶ σε οὖν ἵνα μὴ ἀγωνιάσῃς. ἔτους κθ Καίσαρος Παῦνι κγ. Ἱλαρίων Ἄλιτι ἀπόδος.