Ancient Greek
P.Oxy. 40 2906 col. 1
Documentary Papyri, P.Oxy. 40 2906coli
Not analysed yet
κγ Καλπουρνίῳ Ὡρείωνι τῷ κρατίστῳ ὑπομνηματογράφῳ παρὰ Αὐρηλίου Ἀνεικήτου Σαραπάμμωνος μητρὸς Ἰσιδώρας ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. ἐπειδὴ ἔδοξεν ἐν τῇ κρατίστῃ βουλῇ ὥστε τοὺς λελειτουργηκότας μετασχεῖν τῆς τοῦ σιτηρεσίου δόσεως καὶ αὐτὸς λειτουργῶ νῦν ἐπʼ ἀμφόδου Ἑρμαίου …μητροπόλεως, ὁ δὲ τοῦ ἡμετέρου ἀμφόδου φύλαρχος ἐκ τῶν ἐπιδοθέντων ὑπʼ αὐτοῦ τῶν ὁμοίων μοι κατʼ ἄνδρα βιβλίων παρεῖκεν τὸ ἡμέτερον ὄνομα, ἀναγκαίως τῶνδε τῶν βιβλίων ἐπίδοσιν ποιοῦμαι ἀξιῶν ταγῆναί με πρὸς τὸ δύνασθαί με μετασχεῖν τῆς τοῦ σιτηρεσίου δόσεως κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ κατʼ ἴσον τῶν ὁμοίων μοι. διευτύχει. ἔτους α Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων …κϛ …λειτουργεῖ εανου …υρης ἐν οἰκείᾳ τάξει …λαβε αὐτόν. …ὁ προκείμενος λιτ… …ὑπακου …