Ancient Greek
P.Oxy. 40 2909
Documentary Papyri, P.Oxy. 40 2909
Not analysed yet
Καλπουρνίῳ Ὡρίωνι νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος τῷ κρατίστῳ ὑπομνηματογράφῳ …παρὰ Αὐρηλίου …Θαήσιος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. ἐπειδὴ ἔδοξεν ἐν τῇ κρατίστῃ βουλῇ ὥστε τοὺς λελειτουργηκότας μετασχεῖν τῆς τοῦ σίτου δωρεᾶς καὶ αὐτὸς λειτουργήσας ἐπʼ ἀμφόδου …δημοσίαν ὀνηλασίαν, ταγείς τε διὰ τῶν ἐπιδοθέντων ὑπὸ ἡμετέρου φυλάρχου βιβλίων, πρὸς δὲ τὴν τῆς η… ἐτύγχανον ἐν ἀποδημίᾳ ὤν, νῦν γοῦν παραγενόμενος σημαίνω ἐμαυτὸν καὶ ἀξιῶ καὶ αὐτὸς μετασχεῖν τῆς τοῦ σίτου δωρεᾶς κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ κατʼ ἴσον τῶν ὁμοίων μου. διευτύχει. …