Ancient Greek
P.Oxy. 40 2918
Documentary Papyri, P.Oxy. 40 2918
Not analysed yet
Μάρκῳ Αὐρηλίῳ Ἀχιλλεῖ τῷ καὶ Ἀμμωνίῳ τῷ κρατίστῳ ὑπομνηματογράφῳ καὶ τοῖς αἱρεθεῖσι ὑπὸ τῆς κρατίστης βουλῆς διάδοσιν ποιήσασθαι τοῦ σιτηρεσίου παρὰ Αὐρηλίου Σαραπάμμωνος …τοῦ καὶ Ἀλεξάνδρου …ἀνεγράφην ἐπʼ ἀμφόδου Τεμιούθεως ἐφʼ οὗ λειτουργῶ καὶ ἐπεκρίθην τῷ …ἔτει. νῦν δὲ διὰ τῶν ἐπιδοθέντων πρὸς τὸ σιτηρέσιον βιβλίων ὁ τοῦ ἡμετέρου ἀμφόδου φύλαρχος Ἀμύντας παρεῖκέ μου τὸ ὄνομα κατὰ πλάνην. διὰ ταῦτα ἀξιῶ κατὰ τὴν ὑμῖν προσοῦσαν ἀγαθὴν εὐεργεσίαν διακελεῦσαι ταγῆναί με ἐν τοῖς τὸ σιτηρέσιον λαμβάνουσιν πρὸς τὸ καὶ ἐμὲ δύνασθαι τῆς κοινῆς φιλανθρωπίας μετασχεῖν. διευτυχεῖτε.