Ancient Greek
P.Oxy. 41 2961
Documentary Papyri, P.Oxy. 41 2961
Not analysed yet
Φαμενὼθ δ, δραχμαὶ με. Τααμεννεῦς Ἀνουβίωνος μητρὸς Ἁρσῆτος μετὰ κυρίου τοῦ υἱοῦ Ἀνουβᾶτος Θέωνος ἀπὸ Τήεως Σαραπίωνι καὶ μετόχοις δημοσίοις τραπεζίταις χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Αἰλίου Ἀφροδεισίου στρατηγοῦ καὶ Σερήνου τοῦ καὶ Σαραπίωνος βασιλικοῦ γραμματέως ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ οὗ ἐμέτρησα διὰ σιτολόγων Θμοισεφὼ τοπαρχίας Τήεως τόπων γ λόγου κολλήματος νβ ὑπὲρ τῆς αὐτῆς Τήεως ἀρτάβας ε 𐅵η ὡς τῆς ἀρτάβης α δραχμῶν η ἀκολούθως τοῖς ὑπὸ Μουνατίου Φήλικος τοῦ κρατίστου ἡγεμόνος κελευσθεῖσι τὰς συναγομένας δραχμὰς τεσσαράκοντα πέντε …