Ancient Greek
P.Oxy. 41 2977
Documentary Papyri, P.Oxy. 41 2977
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιος Διογένης Ἡρᾶτος μητρὸς Σαραπιάδος ἀπὸ Ὀξυρύγχων πόλεως καὶ Θῶνις ἀπελεύθερος Ἁρποκρατίωνος τοῦ καὶ Ἑρμείνου κτενιστὴς ὁ μὲν Διογένης ἐκδεδωκέναι τὸν ἑαυτοῦ δοῦλον Δίδυμον ἐξ οἰκογενοῦς δούλης Ταιάδος πρὸς μάθησιν τῆς κτενιστικῆς τέχνης ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ α Τῦβι τοῦ ἐνεστῶτος γ ἔτους τρεφόμενον καὶ ἱματιζόμενον ἐπὶ ὅλον τὸν χρόνον ὑπὸ τοῦ δεσπότου παρʼ αὐτῷ κείμενον ἐφʼ ᾧ ἐπὶ μὲν τοὺς πρώτους μῆνας ἓξ μηδὲν λαμβάνειν ὑπὲρ μισθῶν. μεθʼ οὓς λήμψεται τῆς δευτέρας ἑξαμήνου ἡμερησίως ὀβολοὺς δύο καὶ ἐπὶ τὸν δεύτερον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς τέσσαρας καὶ ἐπὶ τὸν τρίτον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς ἓξ καὶ ἐπὶ τὸν τέταρτον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς ὀκτὼ καὶ ἐπὶ τὸν πέμπτον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς δέκα . ἐὰν δὲ ἐν τῷ χρόνῳ ὁ παῖς ἀργήσῃ ἢ ὃ μὴ εἴη ἀσθενήσῃ ἡμέρας τινὰς ὁ τούτων μισθὸς ἐκκρουσθήσεται. ἐπὶ τούτοις οὖν παρεχέτω ὁ Διογένης τὸν ἑαυτοῦ δοῦλον παραμένοντα τῷ ἐπιστάτῃ ἐπὶ τὸν χρόνον καθʼ ἑκάστην ἡμέραν ἀπὸ ἡλίου ἀνατολῆς μέχρι δύσεως οὐκ ἀργοῦντα ποιοῦντα πάντα τὰ ἐπιτραπησόμενα αὐτῷ ὑπὸ τοῦ ἐπιστάτου τὰ κατὰ τὴν τέχνην ὡς ἐπὶ τῶν ὁμοίων μαθητῶν. ὁ δὲ ἐπιστάτης εὐδοκεῖν ἐπὶ τούτοις καὶ διδάξειν τὸν μαθητὴν ἐν τῷ χρόνῳ τὴν δηλουμένην τέχνην καὶ ἐπιχορηγήσειν τοὺς μισθοὺς. καὶ μὴ ἐξεῖναι μηδενὶ αὐτῶν παραβαίνειν τὰ προκείμενα ἢ ὁ παραβὰς ἐκτείσει τῷ ἐμμένοντι εἰς λόγον ἐπιτίμου δραχμὰς ἑκατόν . κύριον τὸ ὁμολόγημα καὶ ἀλλήλους ἐπερωτήσαντες ὡμολόγησαν. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, …Αὐρήλιος Διογένης Ἡρᾶτος εὐδοκῶ…