Ancient Greek
P.Oxy. 41 2995
Documentary Papyri, P.Oxy. 41 2995
Not analysed yet
Φλαουίῳ Δωροθέῳ τῷ εὐδοκιμωτάτῳ καὶ ἐλλογιμωτάτῳ σχολαστικῷ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Θεοδώρου Φῖβις νομικὸς καὶ τρακτευτής. δέδωκας τὸν ὀφειλόμενον ἐξ ἔθους παρὰ τῆς ὑμῶν ἐλλογιμότητος χρυσικὸν δημόσιον τῇ Κιρκᾷ ὑπὲρ δημοσίων δεκάτης ἰνδικτίονος, τοῦτʼ ἔστιν χρυσοῦ νομισμάτια δύο ,καὶ πρὸς ἀσφάλειαν αὐτῆς πεποίημαι τὴν ἀποχὴν ὁλόγραφον χειρὶ ἐμῇ. ἐγράφη Θὼθ η ια ἰνδικτίονος