Ancient Greek
P.Oxy. 42 3014
Documentary Papyri, P.Oxy. 42 3014dupl
Not analysed yet
τοὺς στρατευομένους καὶ ἀδιαθέτους τελευτῶντας ἐξὸν τέκνοις καὶ συγγενέσιν κληρονομεῖν ὅταν τοῦ αὐτοῦ γένους ὦσιν οἱ μετερχόμενοι. ἐὰν δὲ μὴ …η παρεμβολη τῶν ἐπὶ φόνοις ἢ μείζοσιν ἁμαρτήμασιν κολαζομένων ἢ καὶ διὰ ὁμοίας αἰτίας αὐθαίρετον φυγὴν ἑλομένων τὰ ὑπάρχοντα ἀναλαμβάνεται δίδοται ……των καὶ ταῖς γυναιξὶν ἐν ἀργυρίοις ……αὐτοῖς δὲ τὸ δωδέκατον ὑπὸ ……ου…ου συνεχωρήθη …οἱ παρὰ προστάγματα βασιλέων ἢ ἐπάρχων τι πράξαντες ἀκαταλλήλως ἐζημιώθησαν οἱ μὲν τετάρτῳ μέρει τῆς οὐσίας οἱ δὲ ἡμίσει ἄλλοι δὲ ἐξ ὅλων …οἱ ἐξ ἀστῆς καὶ Αἰγυπτίου γενόμενοι μένουσι μὲν Αἰγύπτιοι ἀμφοτέρους δὲ κληρονομοῦσι τοὺς γονεῖς …Ῥωμαίου ἢ Ῥωμαίας κατʼ ἄγνοιαν συνελθόντων …τὰ τέκνα τῷ ἥττονι γένει ἀκολουθεῖ …τὰ περὶ τῶν εἰσαγόντων οὓς μὴ δεῖ εἰς τὴν Ἀλεξανδρέων πολιτείαν νῦν ἡγεμονικῆς γέγονεν διαγνώσεως …ἐὰν Αἰγύπτιος ἐκ κοπρίας ἀνέληται …μ…