Ancient Greek
P.Oxy. 42 3025
Documentary Papyri, P.Oxy. 42 3025
Not analysed yet
Δημήτριος στρατηγὸς Ὀξυρυγχείτου. τῆς γραφείσης μοι ὑπὸ Ἰουλίου Μαξιμιανοῦ τοῦ κρατίστου ἐπιστρατήγου περὶ καταστάσεως πραγματικῶν ἀντίγραφον δημοσίᾳ προέθηκα ὡς ἐκελεύσθη, ἵνα πάντες εἰδῶσι ἃ διετάξατο. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ κγ. Ἰούλιος Μαξιμιανὸς Δημητρίωι στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. εἰ καὶ διὰ τῶν ὑπομνηματισμῶν οὓς προτέθηκα δῆλα ἔσται τὰ τῶν κατασταθέντων εἰς τὰς πραγματείας ὀνόματα, οὐ περισσὸν ἡγησάμην τὸ καὶ διὰ τῆς ἐπιστολῆς αὐτὰ ποιῆσαι φανερά, ἣν καὶ αὐτὴν βούλομαί σε ἐν δημοσίῳ προθεῖναι τόπῳ. πέπεισμαι γὰρ ἅπαντας τοὺς κατασταθέντας ὑπʼ ἐμοῦ ὡς ὑπολαμβάνω ἐπιμελῶς καὶ μεθʼ ἧς προσῆκεν ἐξετάσεως ἀκολούθως ταῖς τοῦ κρατίστου ἡγεμόνος ἐντολαῖς …