Ancient Greek
P.Oxy. 42 3046
Documentary Papyri, P.Oxy. 42 3046
Not analysed yet
κωμογραμματεῖ Πακερκὴ παρὰ Αὐρηλίου Σαραπίωνος Ἡρακλείδου τοῦ καὶ Πανάρους ἀγορανομήσαντος τῆς Ἀντινοέων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Ἀντωνίνου τοῦ κρατίστου πρὸς ταῖς ἐπισκέψεσι περὶ ἀπογραφῆς ἀβρόχου καὶ ἐπηντλημένης ἀπογράφομαι πρὸς τὸ ἐνεστὸς β ἔτος Μάρκων Ἰουλίων Φιλίππων καισάρων τῶν κυρίων περὶ κώμην Πακερκὴ ἐκ τοῦ Σωστράτου παρεμβολῆς ἀπηλιώτου χώματος καὶ ἐποικίου Μενεκράτους λεγομένου εἰς Πολυδεύκην Ἡρακλείδου μοναρτάβου …ντλημένης ἀρούρας θ καὶ πρότερον Πτο…λεμαίου Ἐπιμάχου εἰς Πούπλιον Αἴλιον Ἡρακλείδην κατοικικῆς μοναρτάβου ἐπηντλημένης ἀρούρας ιβ καὶ εἰς Πτολεμαῖον Σαραπίωνος τοῦ Σαραπίωνος μοναρτάβου ἀρούρας ιβ ἄλλαι ἄρουραι η 𐅵γίνονται ἄρουραι κ 𐅵τὸ ἐπιβάλλον μοι μέρος μοναρτάβου ἐπηντλημένης ἄρουραι ιβ καὶ περὶ τὸ Σατύρου ἐποίκιον ἐκ τοῦ Ἀλεξάνδρου …ριδ… εἰς Αμμώνιον Κράτωνος ……Πακερκή