Ancient Greek
P.Oxy. 42 3053
Documentary Papyri, P.Oxy. 42 3053
Not analysed yet
ἔτους γ Αὐτοκρατόρων Καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαίου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν μηνὸς Νέου Σεβαστοῦ Ἁθὺρ ἐν Ὀξυρύγχων πόλει διὰ Αὐρηλίου Ἀντιπάτρου τοῦ καὶ Διονυσίου ἀσχολουμένου ὠνὴν ἀγορανομείου. ἀπεγράψατο τῇ ἐνεστώσῃ ἡμέρᾳ Μάρκος Αὐρήλιος Μαρκιανὸς ὁ καὶ Ἡρακλῆς Ἰσιδώρου τοῦ Δημητρίου Εὐθηνοδότειος ὁ καὶ Ἀλθαιεὺς ὡς ἐτῶν λζ ἄσημος ἐν ἀγυιᾷ ὃν ἐδήλου διʼ οὗ ἐπέδωκεν ὑπομνήματος καὶ ἧς πεποίηται χειρογραφίας ὑπάρχειν αὐτῷ ἀγορασθεῖσαν ὑπʼ αὐτοῦ κατὰ δίπλωμα Ἑλληνικὸν γενόμενον ἐν Αὐρηλίᾳ Τριπόλει τῆς Φοινίκης τῷ διελθόντι β ἔτει παρὰ Μάρκου Αὐρηλίου Δε…των… Σιλβανοῦ Ὀσροηνοῦ δούλην ὀνόματι Βαλσαμέαν γένει Ὀσροηνὴν Μεσοποταμηνὴν ὡς ἐτῶν ιζ οὐλαὶ χείλει τῷ ἄνω ἐξ ἀριστερῶν καὶ γόνατι δεξιῷ ἀπὸ καταπλοῦ ἐπὶ τοῦ αὐτοῦ διελθόντος β ἔτους Ἐπεὶφ κϛ ἐν πλοίῳ Μάρκου Αὐρηλίου Διοσκόρου ἄκατος Οὐρανία ἐν ἀγυιᾷ τῇ αὐτῇ. Αὐρήλιος Μαρκιανὸς ἀπεγραψάμην ὡς πρόκιται.