Ancient Greek
P.Oxy. 42 3058
Documentary Papyri, P.Oxy. 42 3058
Not analysed yet
Φλαύιος Μώρῳ τῷ ἀδελφῷ χαίρειν. ἐπεὶ ἐταξάμην τῷ κοινωνῷ μου σὺν αὐτῷ ἀναβῆναι ἕνεκα τῶν μετεώρων ἡμῶν, ἔτυχέν μοι ὀφθαλμιᾶσαι. διὰ τούτου οὐκ ἀνέβην· ἐὰν οὖν ἀναβῇ ὁ κοινωνὸς μου, γενοῦ σὺν αὐτῷ πρὸς Ἀπολλώνιον τὸν γραμματέα ἡμῶν καὶ ἀπάρτισαι τὰ ζητούμενα πρὸς ἡμᾶς. γενοῦ πρὸς Πτολεμαῖν τὸν ἀρχέφοδον καὶ ἐπίγνωθι εἰ ἔδωκε τὰς τρεῖς μνᾶς τῷ τὸ σιτικόν ἐὰν μὴ ᾖ δεδωκώς, ἀπαίτησον τὸν Πτολεμαῖν τὴν μνᾶν σου. ἕως οὖν ἀναβῶ, ἔρρωσο. ὑπέταξά σοι τοκαταμαρα τοῦ πυροῦ. ἔστι δέ· ἐν μὲν οἰκίᾳ Ἀμεννέως αὐλητοῦ πυροῦ ἀρτάβαι φη ἐν δὲ Σαραπᾶτος οἰκίᾳ ἀρτάβαι υπ καὶ παρὰ Εὐανγέλλου καὶ ἐν δημοσίοις θησαυροῖς τὸ λεῖπον.