Ancient Greek
P.Oxy. 42 3069
Documentary Papyri, P.Oxy. 42 3069
Not analysed yet
Ἀκύλας Σαραπίωνι χαίρειν. κομισάμενός σου τὰ γράμματα πάνυ ἥσθην. ᾗ μάλιστα ὁ ἡμέτερος Καλλίνεικος ἐμαρτύρει περὶ τῆς διαίτης σου ἧς ποιῇ καὶ ἐν τοιούτοις ὢν πράγμασι, μάλιστα μὴ ἀφιστάμενος τῆς ἀσκήσεως. ἄξιον οὖν ἐστιν ἐπαινεῖν ἑαυτούς, οὐχ ὅτι ποιοῦμεν ταῦτα ἀλλὰ ὅτι μὴ ἐξαγόμεθα ὑφʼ ἑαυτῶν· ἀνδραγάθει οὖν καὶ τὰ λοιπὰ ἐπιτέλεσον ὡς ἀνὴρ ἀγαθός, καὶ μή σε ταρασσέτω ἢ πλοῦτος ἢ ὥρα ἢ ἄλλο τι τῶν τοιούτων, ὡς οὐδὲν ὄφελός ἐστιν ἀρετῆς μὴ παρούσης, ἀλλὰ φροῦδα καὶ οὐδενὸς ἄξια. θεῶν σωζόντων προσδέχομαί σε ἐν τῇ Ἀντινόου. τὸ σκυλάκιον πέμψον Σωτηρίδι, ἐπεὶ αὐτὴ νῦν ἐν ἀγρῷ διατριβει. ἔρρωσο σὺν τοῖς σοῖς. ἔρρωσο. Σαραπίωνι φιλοσόφωι παρὰ Ἀκύλου φίλου.