Ancient Greek
P.Oxy. 42 3086
Documentary Papyri, P.Oxy. 42 3086
Not analysed yet
Νεμεσιανὸς Κολλούθω τῷ φιλτάτῳ χαίρειν. ὁ Σύρος πρὸ πολλοῦ τὸ τάλαντον εἴληφε καὶ Νεῖλος ἔτι πάλαι τάλαντον α δραχμὰς ψ, καὶ τὰς λοιπὰς δὲ αὐτῷ μετεβαλόμεθα· μὴ οὖν ταρασσέτω πρὸς ἡμᾶς τοσούτῳ χρόνῳ ἀμέμπτως ἡμῖν κοινωνοῦντα· τὴν δὲ λοιπάδα οὐκ ἐν πολλῷ οὖσαν τοῖς λινούφοις τήρησον μηδὲν βλαπτόμενος· ἐν γὰρ τούτοις αἱ σπουδαὶ τῶν φίλων φαίνονται. ἐρρῶσθαί σε εὔχομαι.