Ancient Greek
P.Oxy. 43 3107
Documentary Papyri, P.Oxy. 43 3107
Not analysed yet
…Ἡρῴου ἔτους δ Γαΐων Ἰουλίων Οὐήρων Μαξιμίνου καὶ Μαξίμου υἱοῦ Γερμανικῶν Μεγίστων Δακικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Καισάρων τῶν κυρίων, Τῦβι ι. διέγραψαν πράκτορσιν ἀργυρικῶν μητροπόλεως ἀμφόδου Ἡρῴου Ἐπάγαθος καὶ Θῶνις καὶ Σαραπάμμων καὶ Ἀχιλλεύς, δοῦλοι οἱ δ, χωματικοῦ γ ἔτους ……τοῦ ἐνεστῶτος δ ἔτους δραχμὰς τριάκοντα δύο, γίνονται δραχμαὶ λβ. …Αὐρήλιος Εὐσεβ σεσημείωμαι. καὶ τῇ ιβ τοῦ Φαρμοῦθι μηνὸς οἱ αὐτοὶ λαογραφίας ……ἀργυρίου δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ. ὁ αὐτὸς σεσημείωμαι. …ἔτους α Μάρκου Ἀντωνίου Γορδιανοῦ Ῥωμανοῦ Σεμπρωνιανοῦ Ἀφρικανοῦ καὶ Μάρκου Ἀντωνίου Γορδιανοῦ Ῥωμανοῦ Σεμπρωνιανοῦ Ἀφρικανοῦ Καισάρων τῶν κυρίων, Παῦνι ιθ. διέγραψαν πράκτορσιν ἀργυρικῶν μητροπόλεως ἀμφόδου Ἡρῴου Ἐπάγαθος καὶ Θῶνις καὶ Σαραπάμμων καὶ Ἀχιλλεύς, οἱ δ δοῦλοι, λαογραφίας, ὑικῆς, ν… τοῦ αὐτοῦ α ἔτους ἀργυρίου δραχμὰς τριάκοντα ἑπτά, γίνονται δραχμαὶ λζ …. Αὐρήλιος Εὐσεβ σεσημείωμαι.