Ancient Greek
P.Oxy. 43 3111
Documentary Papyri, P.Oxy. 43 3111
Not analysed yet
ἐν Ἀντινόου νέων Ἑλλήνων τῇ λαμπρᾷ πόλει. ἐναύλωσεν Αὐρήλιος Διονύσιος Διαδέλφου μητρὸς Θασηοῦτος ἀπὸ Ὀξυρύγχων πόλεως κυβερνήτης πλοίου σκαφοπάκτωνος Διονυσάμμωνος Ἀλεξανδρέως λινοκαταγωγέως καὶ ὡς χρηματίζει Αὐρηλίοις Διοσκουρίδῃ τῷ καὶ Ἀπολλωνίῳ καὶ Ἰούστῳ Ἀπολλωνίου ἀμφοτέροις ἀρχιερεῦσι βουλευταῖς καὶ τοῖς σὺν ὑμῖν ἐπιμεληταῖς οἴνου τῆς Ὀξυρυγχιτῶν πόλεως ἀννώνης παρεχομένης τοῖς ἅμα Οὐλπίῳ Πασίωνι τῷ διασημοτάτῳ ἐπανορθωτῇ Αἰγύπτου γενναιοτάτοις στρατιώταις λεγιῶνος β Τραιανῆς Ἰσχυρᾶς Οὐαλεριανῶν καὶ Γαλλιηνῆς καὶ ἄλλοις τοῖς σὺν αὐτοῖς τὸν δηλούμενον σκαφοπάκτωνα πρὸς ἐμβολὴν οἴνου κεραμίων ὀκτακοσίων παρεχομένου τοῖς αὐτοῖς στρατιώταις ἀπὸ ὅρμου νομοῦ Ὀξυρυγχείτου μέχρι ὅρμου Κλεοπάτρας τοῦ μεγάλου Ἑρμοπολείτου νομοῦ ἀκολούθως τοῖς κελευσθεῖσιν ὑπὸ τοῦ διασημοτάτου Οὐλπίου Πασίωνος ναύλου τοῦ συμφωνηθέντος …ὡς τῶν ρ κεραμίων ἀργυρίου δραχμῶν ὀγδοήκοντα …ἑξακοσίων τεσσεράκοντα ἅσπερ αὐτόθι ἠρίθμηται …τὴν ἐμβολὴν ἐξηρτισμένον πάσῃ ἐξαρτίᾳ …οὐ νυκτοπλοῶν οὐδὲ χειμῶνος ὄντος ἀλλὰ προσορμίζων …φ… λαμβάνων ὡς τῶν ἑκατὸν κεραμίων οἴνου κεραμ… καὶ παραδώσει τὸν οἶνον σῶον καὶ ἀκακούργητον καὶ λήμψεται ὑπὲρ σπονδῆς οἴνου κεράμιον ἕν . ἡ ναυλωτικὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Παχὼν κ. Αὐρήλιος Διοσκουρίδης ὁ καὶ Ἀπολλώνιος νεναύλωμαι καὶ ἐξωδίασα τὸ ναῦλον πλήρη ὡς πρόκειται. Αὐρήλιος Ἰοῦστος ὁ προκείμενος …συννεναύλωμαι ὡς πρόκειται.