Ancient Greek
P.Oxy. 43 3114
Documentary Papyri, P.Oxy. 43 3114
Not analysed yet
…χ ἐτῶν ιη Αὐρηλίῳ Διογένει τῷ καὶ Ἑρμίᾳ φυλάρχῳ τῆς Ὀξυρυγχιτῶν πόλεως τοῦ ἐνεστῶτος ιδ ἔτους παρὰ Αὐρηλίου Πολυδεύκους Σαραπίωνος μητρὸς Ἑλένης ἀπὸ τῆς αὐτῆς πόλεως. γονέων ὢν ἐντοπίων καὶ διὰ λόγων παρεθεὶς κατʼ ἄγνοιαν σημαίνων ἐμαυτὸν ἐπιδίδωμι τὸ ὑπόμνημα καὶ ἀξιῶ ταγῆναί με διὰ τῶν ὑπὸ σοῦ καταχωριζομένων βιβλίων τῆς τε λαογραφίας καὶ συνόψεως ἐπʼ ἀμφόδου Ἡρῴου ἐφʼ οὗ καὶ λειτουργῶ φυλακίαν πόλεως. εἰμὶ δὲ πρὸς τὸ ἐνεστὸς ιδ ἔτος ἐτῶν ιη καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Ἐπείφ. αὐρήλιος Πολυδεύκης ἐπιδέδωκα. Αὐρήλιος Ἡρακλείδης ὁ καὶ …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …Ἡρῴου …ἐτῶν ιη …ε ενοικ …α…ωκ…