Ancient Greek
P.Oxy. 43 3127
Documentary Papyri, P.Oxy. 43 3127
Not analysed yet
ὑπατείας Παπίου Πακατιανοῦ τοῦ λαμπροτάτου ἐπάρχου καὶ Μεκιλίου Ἱλαριανοῦ τοῦ λαμπροτάτου …Φλαουίῳ Ἑρμείᾳ λογιστῇ καὶ Αὐρηλίοις Ἀχιλλίωνι ἐκδίκῳ …καὶ Πτολεμαίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Ἀὐρηλίου Σαραπιακοῦ Θωνίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως …ου. ὁμολογῶ ὀμνὺς τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Αὐτοκράτορός τε καὶ Καισάρων παρειληφέναι τοὺς ἑξῆς ἐγγεγραμμένους χρεώστας δύο οὕσπερ κατενέγκω εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραστήσω τῇ τάξει τοῦ διασημοτάτου καθολικοῦ Φλαουίου Νεμεσιανοῦ καὶ τὰ τῆς παραστάσεως γράμματα ἐπενεγκεῖν ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ τοῦ ἐνεγκεν ἐγγυητὴν Αὐρήλιον Γοῦνθον Θωνίου ἀπὸ …παρόντα καὶ εὐδοκοῦντα …