Ancient Greek
P.Oxy. 43 3132
Documentary Papyri, P.Oxy. 43 3132
Not analysed yet
…στρατηγῷ Ὀξυρυγχίτου …Κλαυδίου μητρὸς Θαήσιος ἀπʼ Ὀξυρύγχων πόλεως. εἰσδοθεὶς ἅμα ἄλλοις εἰς πρακτορείαν ἀργυρικῶν μητροπολιτικῶν λημμάτων Ἄνω τοπαρχίας Νεσμείμεως τόπων τοῦ ἐνεστῶτος δ ἔτους ὀμνύω τὴν Γαΐων Ἰουλίων Οὐήρων Μαξιμείνου καὶ Μαξίμου Γερμανικῶν Μεγίστων Δακικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Καισάρων τῶν κυρίων τύχην εὐθέως ἀντιλήμψεσθαι τῆς δηλουμένης χρείας καὶ ταύτην ἐκτελέσειν ἐπὶ τὸν τεταγμένον ἑξῆς ἐνιαύσιον χρόνον ἐνφανὴς ὢν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὴν Αὐρήλιον Διόσκορον Ἀμμωνίου μητρὸς Θαισοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Γαΐου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου καὶ Γαΐου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Ἁθὺρ ϛ. …Νεσμίμεως Αὐλήτης