Ancient Greek
P.Oxy. 43 3142
Documentary Papyri, P.Oxy. 43 3142
Not analysed yet
ἔτους ιζ καὶ ἔτους ιϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ἐνάτου τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεσορὴ β. διεγράφη ὑπὲρ ἐπικεφαλαίου τοῦ ἐνεστῶτος ἔτους ἀκολούθως τοῖς κελευσθεῖσι ὑπὸ τοῦ διασημοτάτου ἡγεμόνος Ἡρακλῆς Ἡρακλήου ὀνηλάτης ἀργυρίου δραχμὰς χιλίας διακοσίας γίνονται δραχμαὶ Ασ.