Ancient Greek
P.Oxy. 43 3144
Documentary Papyri, P.Oxy. 43 3144
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμίνου καὶ Φλαουίου Οὐαλερίου Κωνσταντίνου Σεβαστῶν τὸ γ. Αὐρήλιος Δόμνος υἱὸς Διονυσίου καταμένων ἐν τῇ μεγάλῃ Ἑρμοῦ πόλει ἐν τῇ παρεμβολῇ χωρίου ἀπηλιωτικοῦ Αὐρηλίῳ Ἀπολλωνίῳ Σαραπίωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἐν τῷ Ὀξυρυγχίτῃ ἵππον ἄρρενα ψαρὸν τέλειον Καππάδοκα ἔχοντα τὸν δεξιὸν πόδα τὸ ς ψυχροκαυτῆρας, τιμῆς τοῦ αὐτοῦ ἵππου ἀργυρίου ταλάντων τριάκοντα ,ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός, περὶ ἧς ἀριθμήσεως καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα καὶ βεβαιώσω σοι τὸν ἵππον πάσῃ βεβαιώσει καὶ τὸν ἐπελευσόμενον ἢ ἐνποιησόμενον τούτου χάριν ἢ μέρους αὐτοῦ ἐπάναγκες ἀποστήσειν με παραχρῆμα ταῖς ἐμαυτοῦ δαπάναις καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα ὑπατείας τῆς προκιμένης, Ἐπεὶφ κθ. Αὐρήλιος Δόμνος πέπρακα τὸν προκείμενον ἵππον καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα τριάκοντα καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.