Ancient Greek
P.Oxy. 43 3150
Documentary Papyri, P.Oxy. 43 3150
Not analysed yet
πρὸ μὲν πάντων πολλὰ προσαγορεύω τὴν σὴν μητρικὴν διάθεσιν καὶ τὰς εὐλαβεστάτας μου ἀδελφὰς Θεοτίμαν καὶ Ταρίλλαν. επεις… …ὅτι ὠλιγώρησας διʼ ἐμὲ ὅτι ἐξῆλθον ἐκ τοῦ μοναστηρίου Ἄπα Σαρους. ὠλιγώρησα οὖν. πέμπουσίν με εἰς τὸ πραιτώριον καθάπαξ πρὸς τὸν κόμιτα καὶ καθʼ ὥραν γράφω ἐπιστολὴν ἐν τάξει νοταρίων. διὰ τοῦτο ἀπέστην ἐκ τῶν οἴκει, ἕως οὗ ἂν συντάσσωσίν με ὅτι οὐκέτι ἀναγκάζουσίν σε καὶ ἤνεγκόν με πάλιν εἰς τὸν αὐτὸν τόπον. μὴ οὖν ὀλιγωρήσατε διʼ ἐμὲ ὅλως, ἀλλὰ μνημονεύσατέ με ἐν τῇ εὐχῇ ὑμῶν. δὸς οὖν τὸ μοζίκιον μου αὐτῷ. ποίησον καὶ τὸ καταπέτασμα καὶ τὴν στολήν μου.