Ancient Greek
P.Oxy. 44 3163
Documentary Papyri, P.Oxy. 44 3163
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Ἐπεὶφ κβ. μεμέτρηνται εἰς τὸ δημόσιον διὰ Διογένους καὶ μετόχων σιτολόγων λιβὸς τοπαρχίας Σερύφεως τόπων παρὰ Μνησιθέου καὶ Διον ἀμφοτέρων Θέωνος διὰ Ἰσοκράτους γεωργοῦ, Σερύφεως, πυροῦ τριμήνου σύνπαντι δημοσίῳ μέτρῳ ξυστῷ καγκέλλῳ ἀρτάβας τεσσεράκοντα ἓξ χοίνικας ὀκτώ, γίνονται πυροῦ ἀρτάβαι μϛ χοίνικες η. Παράις σεσημείωμαι πυροῦ ἀρτάβας μϛ χοίνικας η. Σισοῦχος σεσημείωμαι ἀρτάβας τεσσεράκοντα ἓξ χοίνικας ὀκτώ. Πτολεμαῖος σεσημείωμαι πυροῦ ἀρτάβας τεσσαράκοντα ἓξ χοίνικας ὀκτώ, γίνονται πυροῦ ἀρτάβαι μϛ χοίνικες η. Ἀμμῶνις καὶ οἱ μέτοχοι ἐπισφραγισταὶ συνεπηκολουθήκαμεν ταῖς τοῦ πυροῦ ἀρτάβαις τεσσεράκοντα ἓξ χοίνιξιν ὀκτώ, γίνονται πυροῦ ἀρτάβαι μϛ χοίνικες η.