Ancient Greek
P.Oxy. 44 3166
Documentary Papyri, P.Oxy. 44 3166
Not analysed yet
Διονυσίῳ κοσμητεύσαντι καὶ Ἡρακλείδῃ ἀγορανομήσαντι ἀμφοτέροις αἱρεθεῖσι πρὸς τῇ λύσει τῶν διαθηκῶν παρὰ Πτολεμαίου Διογένους τοῦ καὶ Πτολεμαίου Πτολεμαίου μητρὸς Ἀπολλωνοῦτος ἀπὸ κώμης Θώλθεως τῆς κάτω τοπαρχίας. ὁ κατὰ πατέρα μου πάππος Πτολεμαῖος Πτολεμαίου τοῦ Μηνᾶτος μητρὸς Ἀπολλωνοῦτος ἀπὸ τῆς αὐτῆς Θώλθεως, θέμενος διὰ τοῦ τῆς Ταλαὼ γραφείου τῷ κε ἔτει Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Τῦβι ἐπὶ σφραγίδων διαθήκην, ἐτελεύτησεν. ὅθεν ἐπιφέρων τὸ ταύτης ἐκδόσιμον ἀξιῶ λυθῆναι παρόντων πρὸς τὴν λύσιν ἀπὸ τῶν μαρτύρων Παντωνύμου Παυσείριος καὶ Θώνιος Σαραπᾶτος καὶ …ένους Διογένους καὶ Ἡφαιστίωνος Ἁρθώτου τοῦ Πεκύσιος τῶν δ ἀπὸ τῆς αὐτῆς Θώλθεως. διέγραψα δὲ τὰς ἐπὶ τὸ αὐτὸ τῆς λύσεως δραχμὰς ιϛ. ἔτους κη Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Ευσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ, Θὼθ …. Πτολεμαῖος Διογένους ἐπιδέδωκα. συνκολλήσιμον λ…