Ancient Greek
P.Oxy. 44 3173
Documentary Papyri, P.Oxy. 44 3173
Not analysed yet
Γαίῳ Καλπουρνίῳ Λουκίῳ καὶ ὡς χρηματίζει γυμνασιάρχῳ ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίων Τυράννου Πτολεμαίου μητρὸς Ταυσίριος καὶ Ἄπειτος Πτολλίωνος μητρὸς Ἑρμιόνης ἀμφοτέρων μισθωτῶν βαλανείου πρότερον Ἀρρίου Ἀπολιναρίου νυνὶ δὲ τῆς πόλεως. αἰτούμεθα ἐπισταλῆναι ἐκ τοῦ τῆς πόλεως λόγου ὑπὲρ μισθῶν ἧς ποιούμεθα ὑπηρεσίας τοῦ ὄντος μηνὸς Μεσορὴ δραχμὰς πεντακοσίας καὶ ἀξιοῦμεν ἐπιστεῖλαί σε τῷ ταμίᾳ τῶν πολιτικῶν χρημάτων ἐξοδιασμὸν ἡμῖν ποιήσασθαι τῶν προκειμένων δραχμῶν πεντακοσίων . ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεσορὴ …. Αὐρήλιος Τύραννος Πτολεμαίου αἰτοῦμαι τὰς δραχμὰς πεντακοσίας ὡς πρόκειται. …