Ancient Greek
P.Oxy. 44 3180
Documentary Papyri, P.Oxy. 44 3180
Not analysed yet
α ἔτους Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Καίσαρος τοῦ κυρίου, Μεσορὴ ια. διέγραψεν Αὐρηλίῳ Διονυσίῳ τῷ καὶ Απολλωνίῳ δεκαπρώτῳ Ἀπηλιώτου τοπαρχίας Αὐρήλιος Ἀμμωνᾶρος Πανάρους φόρων καὶ διδραχμίας καὶ ζευγματικῶν λήμματος τοῦ ἐνεστῶτος α ἔτους δραχμὰς εἴκοσι ὀκτώ, γίνονται δραχμαὶ κη. Αὐρήλιος Λεωνίδης σεσημείωμαι.