Ancient Greek
P.Oxy. 44 3185
Documentary Papyri, P.Oxy. 44 3185
Not analysed yet
παρὰ τοῦ πρυτάνεως Σαραπάμμωνι γραμματεῖ πολιτικῶν χαίρειν. παράδος ἐκ τοῦ παρὰ σοὶ μολύβου ὑπὲρ τιμῆς κασσιτερίνου ὁλκῆς ταλάντων ζ χωρησάντων εἰς κόλλησιν τῶν σωλήνων τοῦ Καίσαρος βαλανείου …ω καὶ Ἀμόιτι καὶ Νεφερῶτι καὶ τοῖς σὺν αὐτοῖς μολυβουργοῖς ὁλκῆς τάλαντα δ ἐπὶ λόγου ἐνλογουμένων μοι ὑπὲρ ἧς πεποίημαι προχρείας ὁλκῆς ταλάντων …ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους α Ἐπεὶφ ϛ. καὶ παράδος τοῦ μολύβου ὁλκῆς τάλαντα τέσσαρα .