Ancient Greek
P.Oxy. 44 3188
Documentary Papyri, P.Oxy. 44 3188
Not analysed yet
Αὐρήλιος Θεμιστοκλῆς ὁ καὶ Διοσκουρίδης γενόμενος ὑπομνηματογράφος γυμνασίαρχος βουλευτὴς πρυτανεύσας ἔναρχος πρύτανις τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίοις …καὶ …βιβλιοφύλαξιν ἐγκτήσεων τῆς αὐτῆς πόλεως τοῖς φιλτάτοις χαίρειν. Αὐρηλίου Διονυσίου Πλουτάρχου χειροτονηθέντος σήμερον εἰς ἀρχιερωσύνης ἀρχὴν ὑπὸ Αὐρλίων Θωνίου καὶ Ἀμμωνίου ἀμφοτέρων ἀρχόντων βουλευτῶν τῆς αὐτῆς πόλεως, ἐπιστέλλω ὑμῖν, φίλτατοι, ἵνα τὴν δέουσαν κατοχὴν τοῦ ὀνόματος αὐτοῦ ποιήσησθε ἕως ἂν πάντα τὰ τῇ ἀρχῇ διαφέροντα ἀποπληρωθῇ. ἔτους ιζ καὶ ιϛ τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτουςθτῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων, Θὼθ ιδ.