Ancient Greek
P.Oxy. 44 3203
Documentary Papyri, P.Oxy. 44 3203
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Θεοδώρου τοῦ λαμπροτάτου Ἐπεὶφ …Αὐρηλίαις Θεωδώρᾳ καὶ Ταύρι ἐκ πατρὸς Σιλβανοῦ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως μοναχαῖς ἀποτακτικαῖς παρὰ Αὐρηλίου Ἰωσὴ Ἰούδα Ἰουδαῖος ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους οϛ με ἀρχῇ τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων ὑμῖν ἐν τῇ αὐτῇ Ὀξυρυγχιτῶν πόλει ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς ἐπίπεδον τόπον ἕνα ἐξέδραν καὶ τὴν ἐν τῷ καταγείῳ καμάραν μίαν σὺν χρηστηρίοις πᾶσιν, καὶ τελέσω ὑπὲρ ἐνοικίου αὐτῶν ἐνιαυσίως ἀργυρίου μυριάδας χιλίας διακοσίας, γίνονται δηναρίων μυριάδες Ασ ,καὶ ἐπάναγκες ἀποδώσω τὸ ἐνοίκιον διʼ ἑξαμήνου τὸ ἥμισυ ἀνυπερθέτως, καὶ ὁπόταν βουληθῆτε παραδώσω τοὺς αὐτοὺς τόπους καθαροὺς ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις δισσὴ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωσὴ Ἰούδα ὁ προκίμενος μεμίσθωμαι τὸ συμπόσιον καὶ ἀποδώσω τὸ ἐνοίκιον ὡς πρόκιται. Αὐρήλιος Ἠλίας Ὀπεβαίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.