Ancient Greek
P.Oxy. 45 3240
Documentary Papyri, P.Oxy. 45 3240
Not analysed yet
……ει… …Φλαουίωι ……ηγησας ……εγενο…ωεν… …ητου διὰ ἀφορισμοῦ κατὰ τὰς ἀσφαλείας. ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαμενὼθ ιγ. ἄλλης. Μέττιος Ῥοῦφος Ἰουνίωι Ἑστιαίωι στρατηγῷ Ὀξυρυγχίτου χαίρειν. Διονύσιος Διονυσίου διὰ ἀναφορίου μοι ἐνέτυχε λέγων γεγραφέναι Οὐέγετον τὸν κράτιστον Φλαουίωι Ἡρακλείδηι τῶι πρὸ σοῦ στρατηγήσαντι περὶ ἀρουρῶν αὐτοῦ τῶν ἡρπασμένων ὑπὸ τῶν γειτόνων ἵνʼ αὐτῶι κατὰ τὰς ἀσφαλείας ἀφορισθῶσιν, ἄχρι δὲ τούτου μηδὲν πεποιῆσθαι. βούλομαι οὖν σέ, εἰ μηδὲν περὶ τοῦ πράγματος ἐποιήθη, γενόμενον ἐπὶ τοὺς τόπους ἑκάστῳ τὸ ἴδιον ἔδαφος ἀποκαταστῆσαι. ἔρρωσο. ἔτους η Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ …