Ancient Greek
P.Oxy. 45 3261
Documentary Papyri, P.Oxy. 45 3261
Not analysed yet
Διόσκορος …ίωνος εὐδοκῶ. τοῖς ἐσομένοις ὑπάτοις τὸ δ. οἱ ἑξῆς ὑπογράφειν μέλλοντες Λεωνίδῃ καὶ Θέωνι καὶ Μ… καὶ Σαρμάτῃ μηνιάρχαις …των χαίρειν. ἐπειδὴ ἐπεβλήθημεν παρασχεῖν τίρωνας νεολέκτους κατὰ κέλευσιν τοῦ διασημοτάτου ἡμῶν ἡγεμόνος Σαβινιανοῦ κατὰ πρόσταξιν τοῦ διασημοτάτου δουκὸς Βάρβα καὶ παρασχόντες ὑμεῖς αὐτοὺς ἐνεγυήσασθε διὰ χειρογραφειῶν κατὰ ταῦτα ὁμολογοῦμεν τὰ πάντα ἁπαξαπλῶς ἀναλώματα ὑποστῆναι, ἕκαστον κατὰ τὰ μέρη, καὶ ἐπὶ τούτοις συνευδοκεῖν ἡμᾶς πᾶσι τοῖς διαφέρουσι τοῖς αὐτοῖς τίρωσι διὰ τὸ συμπεπεῖσθαι καὶ συνευδοκεῖν ἐπὶ τούτοις. κύρια τὰ γράμματα ἁπλᾶ γραφέντα ἐπὶ ὑπογραφῇ ἡμῶν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης, …ιβ. …