Ancient Greek
P.Oxy. 46 3270
Documentary Papyri, P.Oxy. 46 3270
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου υἱοῦ βασιλέων. Αὐρηλίῳ Σαραπίωνι Ἀφύγχιος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καὶ τοῖς κοινωνοῖς μισθωταῖς ἰχθυηρᾶς πόλεως Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Λουκίου Λουκίου ἀπὸ τῆς αὐτῆς πόλεως καὶ τῶν κοινωνῶν. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι ἄγραν ἰχθύων ὑδάτων τῆς οὔσης ἀναβάσεως θυρῶν Τανύρεως καὶ Ματρίνου ὥστε ἡμᾶς χαρυβδεύειν διὰ τῶν θυρῶν ἢ καὶ ἄλλους ἀγρεύειν τ… καὶ τελέσομεν ὑπὲρ φόρων τῶν θυρῶν Τανύρεως καὶ Ματρίνου ὑμῖν τοῖς μισθωταῖς ἀργυρίου τάλαντα δεκατέσσερα καὶ δραχμὰς τρισχιλίας παρέχοντες ὑμῖν ἁλιέας καὶ λίνα …του… ἀπολαμβαν…ερου…ω… τῶν περιγινομένων ἰχθύων. βεβαιουμένης δὲ ἡμῖν τῆς ἐπιδοχῆς ποιησόμεθα τὴν ἄγραν ἀκωλύτως καὶ ἀποδώσομεν τὸν φόρον μετὰ τὴν ἄγραν. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἀλλὰ καὶ …ε ἡμᾶς ἐν ταῖς θύραις Ματρίνου καὶ ἐν τοῖς ἀπηλιωτικοῖς μέρεσι περιχώματος Σενεμσεὲ καὶ λιβικοῖς μέρεσι τῶν αὐτῶν θυρῶν Ματρίνου. ἐπὶ τῶν δεσποτῶν ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ καὶ Οὐαλερίου Λικιννιανοῦ Λικιννίου τῶν ἀνικήτων Σεβαστῶν καὶ τῶν δεσποτῶν ἡμῶν Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων υἱῶν τῶν βασιλέων …Ὀκτωβρ… Αὐρηλιο… καὶ α… ἐκθέσεως τάλαντον α ἔσχαμεν τάλαντα ι δραχμὰς Β