Ancient Greek
P.Oxy. 46 3279
Documentary Papyri, P.Oxy. 46 3279
Not analysed yet
ια… παρὰ Παυσιρίωνος …τοῦ Ἀπερῶτος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τοὺς ἐκ τοῦ γυμνασίου εἴ εἰσι τοῦ γένους τούτου ἐτάγη ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς ὁ υἱός μου Σαραπίων μητρὸς …ριος Πανεχώτου προσβεβηκὼς εἰς τρεισκαιδεκαετεῖς τῷ ἐνεστῶτι ιβ ἔτει Αντωνίνου Καίσαρος τοῦ κυρίου. ὅθεν παραγενόμενος εἰς τὴν τούτου ἐπίκρισιν δηλῶ κατὰ τὴν γενομένην τῷ ε ἔτει θεοῦ Οὐεσπασιανοῦ ὑπὸ Σουτωρίου Σωσιβίου στρατηγήσαντος καὶ Νικάνδρου γενομένου βασιλικοῦ γραμματέως καὶ ὧν ἄλλων καθήκει ἐπίκρισιν ἐπικεκρίσθαι τὸν πάππον μου Ἀπερῶτα Ἀπε… ωνος ἐν ὑπερετέσι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν εἴδει τῶν τῷ γ ἔτει καὶ δ ἔτει Νέρωνος ὑπὸ Κουρτίου Παυλείνου χιλιάρχου ἐπικεκριμένων καὶ τὸν πατέρα μου προσβάντα γεγενῆσθαι ἐν ταῖς …τοῦ γυμνασίου γραφαῖς ἀμφόδου τοῦ αὐτοῦ …